Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
205
σπεύδοντες ,
ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
206
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207
Τιτᾶνας ,
Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
208
οὐκ ἠδυνήθην .
αἱμύλας δὲ μηχανὰς
209
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210
ᾤοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν:
211
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
212
καὶ Γαῖα ,
πολλῶν ὀνομάτων μορφὴ μία,
213
τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
214
ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
215
χρείη ,
δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
216
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
217
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
218
κράτιστα δή μοι τῶν παρεστώτων τότε
219
ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα
220
ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
221
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223
αὐτοῖσι συμμάχοισι .
τοιάδ᾽ ἐξ ἐμοῦ
224
ὁ τῶν θεῶν τύραννος ὠφελημένος
225
κακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο.
226
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227
νόσημα ,
τοῖς φίλοισι μὴ πεποιθέναι.
228
ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽ ,
αἰτίαν καθ᾽ ἥντινα
229
αἰκίζεταί με ,
τοῦτο δὴ σαφηνιῶ.
230
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
231
καθέζετ᾽ ,
εὐθὺς δαίμοσιν νέμει γέρα
232
ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
233
ἀρχήν :
βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234
οὐκ ἔσχεν οὐδέν᾽ ,
ἀλλ᾽ ἀιστώσας γένος
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.