Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
235
τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
236
καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
237
ἐγὼ δ᾽ ἐτόλμησ᾽ :
ἐξελυσάμην βροτοὺς
238
τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
239
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240
πάσχειν μὲν ἀλγειναῖσιν ,
οἰκτραῖσιν δ᾽ ἰδεῖν:
241
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος ,
τούτου τυχεῖν
242
οὐκ ἠξιώθην αὐτός ,
ἀλλὰ νηλεῶς
243
ὧδ᾽ ἐρρύθμισμαι ,
Ζηνὶ δυσκλεὴς θέα.
Χορός
244
σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245
ὅστις ,
Προμηθεῦ ,
σοῖσιν οὐ συνασχαλᾷ
246
μόχθοις :
ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
247
ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.
Προμηθεύς
248
καὶ μὴν φίλοις <γ᾽ > ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορός
249
μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
250
θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
251
τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
252
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
253
μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
254
πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
255
καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
256
ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
257
τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν—
Προμηθεύς
258
αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
259
οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
260
οὐκ ἄλλο γ᾽ οὐδέν ,
πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
261
δόξει δὲ πῶς ;
τίς ἐλπίς ;
οὐχ ὁρᾷς ὅτι
262
ἥμαρτες ;
ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
263
καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος .
ἀλλὰ ταῦτα μὲν
264
μεθῶμεν ,
ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.