Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
415
Κολχίδος τε γᾶς ἔνοικοι
416
παρθένοι ,
μάχας ἄτρεστοι,
417
καὶ Σκύθης ὅμιλος ,
οἳ γᾶς
418
ἔσχατον τόπον ἀμφὶ Μαι-
419
ῶτιν ἔχουσι λίμναν,
Χορός
420
†Ἀραβίας τ᾽ ἄρειον ἄνθος,
421
ὑψίκρημνον οἳ πόλισμα
422
Καυκάσου πέλας νέμονται,
423
δάιος στρατός ,
ὀξυπρῴ-
424
ροισι βρέμων ἐν αἰχμαῖς.
Χορός
425
[
†μόνον
δὴ
πρόσθεν
ἄλλον
ἐν
πόνοις
426
δαμέντ᾽ ἀδαμαντοδέτοις
427
Τιτᾶνα λύμαις εἰσιδόμαν ,
θεόν,
428
Ἄτλαντος [
αἰὲν ];
ὑπέροχον
σθένος
κραταιόν,
429
<ὃσ> οὐράνιόν [
τε ]
πόλον
430
νώτοις <στέγων> ὑποστενάζει .
†]
Χορός
431
βοᾷ δὲ πόντιος κλύδων
432
ξυμπίτνων ,
στένει βυθός,
433
κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
434
παγαί θ᾽ ἁγνορύτων ποταμῶν
435
στένουσιν ἄλγος οἰκτρόν.
Προμηθεύς
436
μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
437
σιγᾶν με :
συννοίᾳ δὲ δάπτομαι κέαρ,
438
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
439
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440
τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
441
ἀλλ᾽ αὐτὰ σιγῶ :
καὶ γὰρ εἰδυίαισιν ἂν
442
ὑμῖν λέγοιμι :
τἀν βροτοῖς δὲ πήματα
443
ἀκούσαθ᾽ ,
ὥς σφας νηπίους ὄντας τὸ πρὶν
444
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.