Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
445
λέξω δέ ,
μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
446
ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
447
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
448
κλύοντες οὐκ ἤκουον ,
ἀλλ᾽ ὀνειράτων
449
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450
ἔφυρον εἰκῇ πάντα ,
κοὔτε πλινθυφεῖς
451
δόμους προσείλους ,
ᾖσαν ,
οὐ ξυλουργίαν:
452
κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
453
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
454
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455
οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
456
θέρους βέβαιον ,
ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
457
ἔπρασσον ,
ἔστε δή σφιν ἀντολὰς ἐγὼ
458
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
459
καὶ μὴν ἀριθμόν ,
ἔξοχον σοφισμάτων,
460
ἐξηῦρον αὐτοῖς ,
γραμμάτων τε συνθέσεις,
461
μνήμην ἁπάντων ,
μουσομήτορ᾽ ἐργάνην.
462
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
463
ζεύγλαισι δουλεύοντα σάγμασὶν θ᾽ ,
ὅπως
464
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465
γένοινθ᾽ ,
ὑφ᾽
ἅρμα
τ᾽
ἤγαγον
φιληνίους
466
ἵππους ,
ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
467
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
468
λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.
469
τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
470
βροτοῖσιν ,
αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
471
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
472
πέπονθας αἰκὲς πῆμ᾽ :
ἀποσφαλεὶς φρενῶν
473
πλανᾷ ,
κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
474
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις