Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
600
σκιρτημάτων δὲ νήστισιν
600a
αἰκείαις λαβρόσυτος ἦλθον ,
<Ἥρας >
601
ἐπικότοισι μήδεσι δαμεῖσα .
δυσ-
602
δαιμόνων δὲ τίνες οἵ ,
ἓ ἕ,
603
οἷ᾽ ἐγὼ μογοῦσιν;
604
ἀλλά μοι τορῶς
605
τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
606
παθεῖν ,
τί μῆχαρ ,
ἢ τί φάρμακον νόσου,
607
δεῖξον ,
εἴπερ οἶσθα:
608
θρόει ,
φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
Προμηθεύς
609
λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610
οὐκ ἐμπλέκων αἰνίγματ᾽ ,
ἀλλ᾽ ἁπλῷ λόγῳ,
611
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
612
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
Ἰώ
613
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
614
τλῆμον Προμηθεῦ ,
τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
615
ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ
616
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
617
λέγ᾽ ἥντιν᾽ αἰτῇ :
πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώ
618
σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.
Προμηθεύς
619
βούλευμα μὲν τὸ Δῖον ,
Ἡφαίστου δὲ χείρ.
Ἰώ
620
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς
621
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ
622
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
623
δεῖξον ,
τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
624
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
625
μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
626
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ
627
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
628
φθόνος μὲν οὐδείς ,
σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.