Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
629
μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
630
ἐπεὶ προθυμῇ ,
χρὴ λέγειν .
ἄκουε δή.
Χορός
631
μήπω γε :
μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
632
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
633
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
634
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
635
σὸν ἔργον ,
Ἰοῖ ,
ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
636
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
637
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
638
ἐνταῦθ᾽ ,
ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
639
πρὸς τῶν κλυόντων ,
ἀξίαν τριβὴν ἔχει.
Ἰώ
640
οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
641
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
642
πεύσεσθε :
καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι
643
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
644
μορφῆς ,
ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645
αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
646
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
647
λείοισι μύθοις “
ὦ
μέγ᾽
εὔδαιμον
κόρη,
648
τί παρθενεύει δαρόν ,
ἐξόν σοι γάμου
649
τυχεῖν μεγίστου ;
Ζεὺς γὰρ ἱμέρου βέλει
650
πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
651
θέλει :
σὺ δ᾽ ,
ὦ παῖ ,
μὴ ᾽πολακτίσῃς λέχος
652
τὸ Ζηνός ,
ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
653
λειμῶνα ,
ποίμνας βουστάσεις τε πρὸς πατρός,
654
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
655
τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
656
συνειχόμην δύστηνος ,
ἔστε δὴ πατρὶ
657
ἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα.
658
ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς