Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
659
θεοπρόπους ἴαλλεν ,
ὡς μάθοι τί χρὴ
660
δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
661
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
662
χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
663
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
664
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665
ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
666
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
667
κεἰ μὴ θέλοι ,
πυρωπὸν ἐκ Διὸς μολεῖν
668
κεραυνόν ,
ὃς πᾶν ἐξαϊστώσοι γένος.
669
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670
ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
671
ἄκουσαν ἄκων :
ἀλλ᾽ ἐπηνάγκαζέ νιν
672
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
673
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
674
ἦσαν ,
κεραστὶς δ᾽ ,
ὡς ὁρᾶτ᾽ ,
ὀξυστόμῳ
675
μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
676
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
677
Λέρνης τε κρήνην :
βουκόλος
δὲ
γηγενὴς
678
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει ,
πυκνοῖς
679
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680
ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος μόρος
681
τοῦ ζῆν ἀπεστέρησεν .
οἰστροπλὴξ δ᾽ ἐγὼ
682
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
683
κλύεις τὰ πραχθέντ᾽ :
εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
684
λοιπὸν πόνων ,
σήμαινε :
μηδέ μ᾽ οἰκτίσας
685
ξύνθαλπε μύθοις ψευδέσιν :
νόσημα γὰρ
686
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορός
687
ἔα ἔα ,
ἄπεχε ,
φεῦ:
688
οὔποτ᾽ οὔποτ᾽ ηὔχουν <ὧδε > ξένους