Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰὼ πάντων πολυστονώτατοι.
Ἰσμήνη
ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.
Ἀντιγόνη
ἰὼ ἰώ , ποῦ σφε θήσομεν χθονός;
Ἰσμήνη
ἰώ , ὅπου <᾽στι> τιμιώτατον.
Ἀντιγόνη
1010
ἰὼ ἰώ , πῆμα πατρὶ πάρευνον.
Κῆρυξ
δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ
δήμου προβούλοις τῆσδε Καδμείας πόλεως:
Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς:
1015
στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει
ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν:
τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020
ἔξω βαλεῖν ἄθαπτον , ἁρπαγὴν κυσίν,
ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
τῷ τοῦδ᾽ :. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρῴων , οὓς ἀτιμάσας ὅδε
1025
στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα
μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
1030
ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο.
τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.
Ἀντιγόνη
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω:
ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
1035
θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν , οὐδ᾽ αἰσχύνομαι