Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
δεινὸν τὸ κοινὸν σπλάγχνον , οὗ πεφύκαμεν,
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν
1040
ψυχή , θανόντι ζῶσα συγγόνῳ φρενί.
τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
λύκοι σπάσονται : μὴ δοκησάτω τινί.
τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
γυνή περ οὖσα , τῷδε μηχανήσομαι,
1045
κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
καὐτὴ καλύψω , μηδέ τῳ δόξῃ πάλιν:
θάρσει , παρέσται μηχανὴ δραστήριος.
Κῆρυξ
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
Ἀντιγόνη
αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κῆρυξ
1050
τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη
τράχυν᾽ : ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
Κῆρυξ
ἀλλ᾽ ὃν πόλις στυγεῖ , σὺ τιμήσεις τάφῳ,;
Ἀντιγόνη
ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κῆρυξ
οὔ , πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
1055
παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ
ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
Ἀντιγόνη
ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
ἐγὼ δὲ θάψω τόνδε : μὴ μακρηγόρει.
Κῆρυξ
ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽ , ἀπεννέπω δ᾽ ἐγώ.
Χορός
1060
φεῦ φεῦ.
μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες , αἵτ᾽ Οἰδιπόδα
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
τί πάθω ; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σὲ κλαίειν