Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
1065
μήτε προπέμπειν ἐπὶ τύμβον :
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξει : κεῖνος δ᾽ τάλας ἄγοος
1070
μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
εἶσιν : τίς ἂν οὖν τὰ πίθοιτο ;
Ἡμιχόριον Α
δράτω <τι> πόλις καὶ μὴ δράτω
τοὺς κλαίοντας Πολυνείκη.
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
1075
αἵδε προπομποί . καὶ γὰρ γενεᾷ
κοινὸν τόδ᾽ ἄχος , καὶ πόλις ἄλλως
ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.
Ἡμιχόριον Β
ἡμεῖς δ᾽ ἅμα τῷδ᾽ , ὥσπερ τε πόλις
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
1080
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ᾽νατραπῆναι μηδ᾽ ἀλλοδαπῷ
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.