Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.
200
μέλει γὰρ ἀνδρί , μὴ γυνὴ βουλευέτω,
τἄξωθεν : ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας οὐκ ἤκουσας , κωφῇ λέγω;
Χορός
φίλον Οἰδίπου τέκος , ἔδεισ᾽ ἀκού-
σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
205
ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
ἱππικῶν τ᾽ ἀπύαν πηδαλίων διὰ στόμα
πυριγενετᾶν χαλινῶν.
Ἐτεοκλής
τί οὖν ; ναύτης ἆρα μὴ ᾽ς πρῷραν φυγὼν
πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
210
νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;
Χορός
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
χαῖα βρέτη , θεοῖσι πίσυνος , νιφάδος
ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις:
δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς , πόλεως
215
ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλής
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν : ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Χορός
μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν
220
ἅδε πανάγυρις , μηδ᾽ ἐπίδοιμι τάνδ᾽
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
ἁπτόμενον πυρὶ δαΐῳ.
Ἐτεοκλής
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς:
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
225
μήτηρ , γυνὴ σωτῆρος : ὧδ᾽ ἔχει λόγος.
Χορός
ἔστι : θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα:
πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον