Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ἐτεοκλής
230
ἀνδρῶν τάδ᾽ ἐστί , σφάγια καὶ χρηστήρια
θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους :
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορός
διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,
δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
235
τίς τάδε νέμεσις στυγεῖ;
Ἐτεοκλής
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος:
ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.
Χορός
ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
240
ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν,
τίμιον ἕδος , ἱκόμαν.
Ἐτεοκλής
μή νυν , ἐὰν θνῄσκοντας τετρωμένους
πύθησθε , κωκυτοῖσιν ἁρπαλίζετε.
τούτῳ γὰρ Ἄρης βόσκεται , φόνῳ βροτῶν.
Χορός
245
καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.
Ἐτεοκλής
μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.
Χορός
στένει πόλισμα γῆθεν , ὡς κυκλουμένων.
Ἐτεοκλής
οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορός
δέδοικ᾽ , ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.
Ἐτεοκλής
250
οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;
Χορός
ξυντέλεια , μὴ προδῷς πυργώματα.
Ἐτεοκλής
οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε;
Χορός
θεοὶ πολῖται , μή με δουλείας τυχεῖν.
Ἐτεοκλής
αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορός
255
παγκρατὲς Ζεῦ , τρέψον εἰς ἐχθροὺς βέλος.
Ἐτεοκλής
Ζεῦ , γυναικῶν οἷον ὤπασας γένος.
Χορός
μοχθηρόν , ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.