Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἐτεοκλής
260
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
λέγοις ἂν ὡς τάχιστα , καὶ τάχ᾽ εἴσομαι.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἐτεοκλής
σίγησον , τάλαινα , μὴ φίλους φόβει.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
σιγῶ : σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἐτεοκλής
τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
265
καὶ πρός γε τούτοις , ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,
εὔχου τὰ κρείσσω , ξυμμάχους εἶναι θεούς:
κἀμῶν ἀκούσασ᾽ εὐγμάτων , ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
270
θάρσος φίλοις , λύουσα πολέμιον φόβον.
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς , ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
275
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
[ ταυροκτονοῦντας θεοῖσιν , ὧδ᾽ ἐπεύχομαι]
θύσειν τροπαῖα , δαΐων δ᾽ ἐσθήματα,
στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις.
[ στέψω πρὸ ναῶν , πολεμίων δ᾽ ἐσθήματα . ]
280
τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν:
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
285
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.