Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μέλει , φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:
γείτονες δὲ καρδίας
290
μέριμναι ζωπυροῦσι τάρβος
τὸν ἀμφιτειχῆ λεών,
δράκοντας ὥς τις τέκνων
ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
πάντρομος πελειάς.
295
τοὶ μὲν γὰρ ποτὶ πύργους
πανδαμεὶ πανομιλεὶ
στείχουσιν . τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
300
χερμάδ᾽ ὀκριόεσσαν.
παντὶ τρόπῳ , Διογενεῖς
θεοί , πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
Χορός
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
305
τᾶσδ᾽ ἄρειον , ἐχθροῖς
ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον , εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσει-
310
δᾶν γαιάοχος
Τηθύος τε παῖδες.
πρὸς τάδ᾽ , πολιοῦχοι
θεοί , τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
315
κῆρα , ῥίψοπλον ἄταν,
ἐμβαλόντες ἄροισθε
κῦδος τοῖσδε πολίταις.