Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ πόλεως ῥύτορες <ἔστ᾽>
εὔεδροί τε στάθητ᾽
320
ὀξυγόοις λιταῖσιν.
Χορός
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν
Ἀίδᾳ προϊάψαι , δορὸς ἄγραν
δουλίαν ψαφαρᾷ σποδῷ
ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
325
περθομέναν ἀτίμως,
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
, νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων , περιρ-
ρηγνυμένων φαρέων . βοᾷ
330
δ᾽ ἐκκενουμένα πόλις,
λαΐδος ὀλλυμένας μιξοθρόου:
βαρείας τοι τύχας προταρβῶ.
Χορός
κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις
νομίμων προπάροιθεν διαμεῖψαι
335
δωμάτων στυγερὰν ὁδόν:
τί ; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν:
πολλὰ γάρ , εὖτε πτόλις δαμασθῇ,
, δυστυχῆ τε πράσσει.
340
ἄλλος δ᾽ ἄλλον ἄγει , φονεύ-
ει , τὰ δὲ πυρφορεῖ : καπνῷ
[ δὲ ] χραίνεται πόλισμ᾽ ἅπαν:
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
Χορός
345
κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ , προτὶ [ πτόλιν]
δ᾽ ὁρκάνα
πυργῶτις : πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ