Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
ὁρμᾶσθε πάντες ,
σοῦσθε σὺν παντευχίᾳ,
32
πληροῦτε θωρακεῖα ,
κἀπὶ σέλμασιν
33
πύργων στάθητε ,
καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
34
μίμνοντες εὖ θαρσεῖτε ,
μηδ᾽ ἐπηλύδων
35
ταρβεῖτ᾽ ἄγαν ὅμιλον :
εὖ τελεῖ θεός.
36
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
37
ἔπεμψα ,
τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ:
38
καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
Ἄγγελος
39
Ἐτεόκλεες ,
φέριστε Καδμείων ἄναξ,
40
ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
41
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:
42
ἄνδρες γὰρ ἑπτά ,
θούριοι λοχαγέται,
43
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
44
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45
Ἄρη τ᾽ ,
Ἐνυώ ,
καὶ φιλαίματον Φόβον
46
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
47
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
48
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
49
μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
50
πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον ,
δάκρυ
51
λείβοντες :
οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
52
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
53
ἔπνει ,
λεόντων ὡς Ἄρη δεδορκότων.
54
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται:
55
κληρουμένους δ᾽ ἔλειπον ,
ὡς πάλῳ λαχὼν
56
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
57
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
58
πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:
59
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
60
χωρεῖ ,
κονίει ,
πεδία δ᾽ ἀργηστὴς ἀφρὸς