Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα , πρὶν καταιγίσαι πνοὰς
Ἄρεως : βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:
65
καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω , καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ἐτεοκλής
Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70
Ἀρά τ᾽ Ἐρινὺς πατρὸς μεγασθενής,
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον , Ἑλλάδος
φθόγγον χέουσαν , καὶ δόμους ἐφεστίους:
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75
ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν:
γένεσθε δ᾽ ἀλκή : ξυνὰ δ᾽ ἐλπίζω λέγειν:
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χορός
θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:
μεθεῖται στρατός : στρατόπεδον λιπὼν
80
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας:
αἰθερία κόνις με πείθει φανεῖσ᾽,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
ἔτι δὲ <γᾶσ> ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ -
τὶ χρίμπτει βοάν : ποτᾶται , βρέμει δ᾽
85
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
ἰὼ ἰὼ
ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν
βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
λεύκασπις ὄρνυται λαὸς εὐ-
90
τρεπὴς ἐπὶ πόλιν διώκων [ πόδα].