Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
410
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
αἰσχρῶν γὰρ ἀργός , μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν , ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται , κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος : ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:
415
Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορός
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
θεοὶ δοῖεν , ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται : τρέμω δ᾽ αἱματη-
420
φόρους μόρους ὑπὲρ φίλων
ὀλομένων ἰδέσθαι.
Ἄγγελος
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:
Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
425
μείζων , κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,
πύργοις δ᾽ ἀπειλεῖ δείν᾽ , μὴ κραίνοι τύχη:
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν , οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430
τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη:
χρυσοῖς δὲ φωνεῖ γράμμασινπρήσω πόλιν.”
435
τοιῷδε φωτὶ πέμπετίς ξυστήσεται,
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;