Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
437
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
438
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
439
ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος:
440
Καπανεὺς δ᾽ ἀπειλεῖ ,
δρᾶν παρεσκευασμένος,
441
θεοὺς ἀτίζων ,
κἀπογυμνάζων στόμα
442
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
443
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη:
444
πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445
ἥξειν κεραυνόν ,
οὐδὲν ἐξῃκασμένον
446
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
447
ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ ,
κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
448
αἴθων τέτακται λῆμα ,
Πολυφόντου βία,
449
φερέγγυον φρούρημα ,
προστατηρίας
450
Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
451
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορός
452
ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
453
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
454
πρὶν ἐμὸν ἐσθορεῖν δόμον ,
πωλικῶν
455
θ᾽ ἑδωλίων ὑπερκόπῳ
456
δορί ποτ᾽ ἐκλαπάξαι.
Ἄγγελος
457
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
458
λέξω :
τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
459
ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,
460
πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
461
ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
462
δινεῖ ,
θελούσας πρὸς πύλαις πεπτωκέναι.
463
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
464
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
465
ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον:
466
ἀνὴρ [
δ᾽ :]
ὁπλίτης
κλίμακος
προσαμβάσεις