Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
467
στείχει πρὸς ἐχθρῶν πύργον ,
ἐκπέρσαι θέλων.
468
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
469
ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
470
καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
471
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
Ἐτεοκλής
472
πέμποιμ᾽ ἂν ἤδη τόνδε ,
σὺν τύχῃ δέ τῳ:
473
καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
474
Μεγαρεύς ,
Κρέοντος σπέρμα τοῦ σπαρτῶν
475
γένους,
475a
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
476
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
477
ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
478
ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος
479
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
480
κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ ,
μηδέ μοι φθόνει λέγων.
Χορός
481
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν ,
ἰὼ
482
πρόμαχ᾽ ἐμῶν δόμων ,
τοῖσι δὲ δυστυχεῖν.
483
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
484
μαινομένᾳ φρενί ,
τώς νιν
485
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Ἄγγελος
486
τέταρτος ἄλλος ,
γείτονας πύλας ἔχων
487
Ὄγκας Ἀθάνας ,
ξὺν βοῇ παρίσταται,
488
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:
489
ἅλω δὲ πολλήν ,
ἀσπίδος κύκλον λέγω,
490
ἔφριξα δινήσαντος :
οὐκ ἄλλως ἐρῶ.
491
ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
492
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
493
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
494
λιγνὺν μέλαιναν ,
αἰόλην πυρὸς κάσιν:
495
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος