Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν , ἔνθεος δ᾽ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον:
500
Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ἐτεοκλής
πρῶτον μὲν Ὄγκα Παλλάς , ἥτ᾽ ἀγχίπτολις,
πύλαισι γείτων , ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:
Ὑπέρβιος δέ , κεδνὸς Οἴνοπος τόκος,
505
ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη , θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν
μωμητός , Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510
ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων
θεούς : μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται , διὰ χερὸς βέλος φλέγων:
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515
τοιάδε μέντοι προσφίλεια δαιμόνων:
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν , οἱ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας,
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
520
σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.
Χορός
πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽
ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος , ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
δαροβίοισι θεοῖσιν,
525
πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.