Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὕτως γένοιτο . τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος:
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530
σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός : τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον , ἀνδρόπαις ἀνήρ:
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
535
ὥρας φυούσης , ταρφὺς ἀντέλλουσα θρίξ.
δ᾽ ὠμόν , οὔτι παρθένων ἐπώνυμον,
φρόνημα , γοργὸν δ᾽ ὄμμ᾽ ἔχων , προσίσταται.
οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις:
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540
σάκει , κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα , λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
545
ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς : δὲ τοιόσδ᾽ ἀνὴρ
μέτοικος , Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδ᾽ μὴ κραίνοι θεός.
Ἐτεοκλής
550
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν:
τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽ , ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος , χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
555
Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: