Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος:
560
᾽ξωθεν εἴσω τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ.
Χορός
ἱκνεῖται λόγος διὰ στηθέων,
τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,
565
μεγάλα μεγαληγόρων κλυούσᾳ
ἀνοσίων ἀνδρῶν . εἴθε γὰρ
θεοὶ τοῦδ᾽ ὀλέσειαν ἐν γᾷ.
Ἄγγελος
ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,
ἀλκήν τ᾽ ἄριστον μάντιν , Ἀμφιάρεω βίαν:
570
Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν:
τὸν ἀνδροφόντην , τὸν πόλεως ταράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα , πρόσπολον φόνου,
575
κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον.
καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
ἐξυπτιάζων ὄμμα , Πολυνείκους βίαν,
δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,
καλεῖ . λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα:
580
τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν , στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
585
πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ