Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
μαχώμεθ᾽ , οὐκ ἄτιμον ἐλπίζω μόρον.”
590
τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων
πάγχαλκον ηὔδα : σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.
οὐ γὰρ δοκεῖν ἄριστος , ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
595
τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
πέμπειν ἐπαινῶ . δεινὸς ὃς θεοὺς σέβει.
Ἐτεοκλής
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
600
κάκιον οὐδέν , καρπὸς οὐ κομιστέος:
ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
605
ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη.
οὕτως δ᾽ ὁ μάντις , υἱὸν Οἰκλέους λέγω,
610
σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
μέγας προφήτης , ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615
δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις