Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου:
φιλεῖ δὲ σιγᾶν λέγειν τὰ καίρια.
620
ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα , Λασθένους βίαν,
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν , σάρκα δ᾽ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα , χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
625
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.

Χορός
κλύοντες θεοὶ δικαίας λιτὰς
ἁμετέρας τελεῖθ᾽ , ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐσ> γᾶς
ἐπιμόλους : πύργων δ᾽ ἔκτοθεν
630
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄγγελος
τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω , τὸν αὐτοῦ σοῦ κασίγνητον , πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας:
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
635
ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
640
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645
ἄγει γυνή τις σωφρόνως ἡγουμένη.