Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
646
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν ,
ὡς τὰ γράμματα
647
λέγει “
κατάξω
δ᾽
ἄνδρα
τόνδε
καὶ
πόλιν
648
ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”
649
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
650
[
σὺ
δ᾽
αὐτὸς
ἤδη
γνῶθι
τίνα
πέμπειν
δοκεῖ:]
651
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
652
μέμψῃ ,
σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ἐτεοκλής
653
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
655
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:
656
ὤμοι ,
πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
657
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
658
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
659
ἐπωνύμῳ δὲ κάρτα ,
Πολυνείκει λέγω,
660
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
660a
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
661
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
662
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
663
ἔργοις ἐκείνου καὶ φρεσίν ,
τάχ᾽ ἂν τόδ᾽ ἦν:
664
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665
οὔτ᾽ ἐν τροφαῖσιν ,
οὔτ᾽ ἐφηβήσαντά πω,
666
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
667
Δίκη προσεῖδε καὶ κατηξιώσατο:
668
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
669
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670
ἦ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
671
Δίκη ,
ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
672
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
673
αὐτός :
τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
674
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι .
φέρ᾽ ὡς τάχος