Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κνημῖδας , αἰχμῆς καὶ πέτρων προβλήματα.
Χορός
μή , φίλτατ᾽ ἀνδρῶν , Οἰδίπου τέκος , γένῃ
ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ:
ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
680
ἐς χεῖρας ἐλθεῖν : αἷμα γὰρ καθάρσιον.
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ἐτεοκλής
εἴπερ κακὸν φέροι τις , αἰσχύνης ἄτερ
ἔστω : μόνον γὰρ κέρδος ἐν τεθνηκόσι:
685
κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
Χορός
τί μέμονας , τέκνον ; μή τί σε θυμοπλη-
θὴς δορίμαργος ἄτα φερέτω : κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.
Ἐτεοκλής
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
690
ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Χορός
ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.
Ἐτεοκλής
695
φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Χορός
ἀλλὰ σὺ μὴ ᾽ποτρύνου : κακὸς οὐ κεκλή-
σῃ βίον εὖ κυρήσας : μελάναιγις [ δ᾽ :] οὐκ
700
εἶσι δόμων Ἐρινύς , ὅταν ἐκ χερῶν
θεοὶ θυσίαν δέχωνται;
Ἐτεοκλής
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται:
τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Χορός
705
νῦν ὅτε σοι παρέστακεν : ἐπεὶ δαίμων