Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι : νῦν δ᾽ ἔτι ζεῖ.
Ἐτεοκλής
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα:
710
ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις , πατρῴων χρημάτων δατήριοι.
Χορός
πιθοῦ γυναιξί , καίπερ οὐ στέργων ὅμως.
Ἐτεοκλής
λέγοιτ᾽ ἂν ὧν ἄνη τις : οὐδὲ χρὴ μακράν.
Χορός
μὴ ᾽λθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.
Ἐτεοκλής
715
τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορός
νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ἐτεοκλής
οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορός
ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ἐτεοκλής
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
Χορός
720
πέφρικα τὰν ὠλεσίοικον
θεόν , οὐ θεοῖς ὁμοίαν,
παναλαθῆ κακόμαντιν
πατρὸς εὐκταίαν Ἐρινὺν
τελέσαι τὰς περιθύμους
725
κατάρας Οἰδιπόδα βλαψίφρονος:
παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.
Χορός
ξένος δὲ κλήρους ἐπινωμᾷ,
Χάλυβος Σκυθᾶν ἄποικος,
κτεάνων χρηματοδαίτας
730
πικρός , ὠμόφρων σίδαρος,
χθόνα ναίειν διαπήλας,
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
Χορός
ἐπεὶ δ᾽ ἂν αὐτοκτόνως
735
αὐτοδάικτοι θάνωσι,