Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ γαΐα κόνις πίῃ
μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λούσειεν ;
740
πόνοι δόμων νέοι παλαι-
οῖσι συμμιγεῖς κακοῖς.
Χορός
παλαιγενῆ γὰρ λέγω
παρβασίαν ὠκύποινον:
αἰῶνα δ᾽ ἐς τρίτον μένει:
745
Ἀπόλλωνος εὖτε Λάιος
βίᾳ , τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνᾴσκοντα γέν-
νας ἄτερ σῴζειν πόλιν,
Χορός
750
κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν
ἐγείνατο μὲν μόρον αὑτῷ,
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνὰν
σπείρας ἄρουραν , ἵν᾽ ἐτράφη,
755
ῥίζαν αἱματόεσσαν
ἔτλα : παράνοια συνᾶγε
νυμφίους φρενώλεις.
Χορός
κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει:
τὸ μὲν πίτνον , ἄλλο δ᾽ ἀείρει
760
τρίχαλον , καὶ περὶ πρύμ-
ναν πόλεως καχλάζει.
μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου
τείνει , πύργος ἐν εὔρει.
δέδοικα δὲ σὺν βασιλεῦσι
765
μὴ πόλις δαμασθῇ.