Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
766
τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
767
βαρεῖαι καταλλαγαί :
τὰ δ᾽ ὀλοὰ
768
πελόμεν᾽ οὐ παρέρχεται.
769
πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει
770
ἀνδρῶν ἀλφηστᾶν
771
ὄλβος ἄγαν παχυνθείς.
Χορός
772
τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν
773
θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ
774
πολύβατός τ᾽ ἀγὼν βροτῶν,
775
ὅσον τότ᾽ Οἰδίπουν τίον,
776
τὰν ἁρπαξάνδραν
777
κῆρ᾽ ἀφελόντα χώρας;
Χορός
778
ἐπεὶ δ᾽ ἀρτίφρων
779
ἐγένετο μέλεος ἀθλίων
780
γάμων ,
ἐπ᾽ ἄλγει δυσφορῶν
781
μαινομένᾳ κραδίᾳ
782
δίδυμα κάκ᾽ ἐτέλεσεν:
783
πατροφόνῳ χερὶ τῶν
784
†κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη:
Χορός
785
τέκνοις δ᾽ ἀγρίας
786
ἐφῆκεν ἐπικότους τροφᾶς,
787
αἰαῖ ,
πικρογλώσσους ἀράς,
788
καί σφε σιδαρονόμῳ
789
διὰ χερί ποτε λαχεῖν
790
κτήματα :
νῦν δὲ τρέω
791
μὴ τελέσῃ καμψίπους Ἐρινύς.
Ἄγγελος
792
θαρσεῖτε ,
παῖδες μητέρων τεθραμμέναι.
793
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν:
794
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα:
795
πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου