Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος , καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις:
καλῶς ἔχει τὰ πλεῖστ᾽ , ἐν ἓξ πυλώμασι:
800
τὰς δ᾽ ἑβδόμας σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ᾽ , Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορός
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Ἄγγελος
πόλις σέσωσται : βασιλέες δ᾽ ὁμόσποροι
Χορός
805
τίνες ; τί δ᾽ εἶπας ; παραφρονῶ φόβῳ λόγου.
Ἄγγελος
φρονοῦσα νῦν ἄκουσον : Οἰδίπου τόκοι
Χορός
οἲ ᾽γὼ τάλαινα , μάντις εἰμὶ τῶν κακῶν.
Ἄγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι
Χορός
ἐκεῖθι κεῖσθον ; βαρέα δ᾽ οὖν ὅμως φράσον.
Ἄγγελος
810
ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορός
οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα ;
Χορός
οὕτως δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα:
815
πόλιν μὲν εὖ πράσσουσαν , οἱ δ᾽ ἐπιστάται,
δισσὼ στρατηγώ , διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
πατρὸς κατ᾽ εὐχὰς δυσπότμως φορούμενοι.
820
[ πόλις σέσωσται : βασιλέοιν δ᾽ ὁμοσπόροιν
πέπωκεν αἷμά γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]
Χορός
μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες , οἳ δὴ Κάδμου πύργους
τούσδε ῥύεσθε,
825
πότερον χαίρω κἀπολολύξω