Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πόλεως ἀσινεῖ †σωτῆρι . .,
τοὺς μογεροὺς καὶ δυσδαίμονας
830
ἀτέκνους κλαύσω πολεμάρχους;
οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν
καὶ πολυνεικεῖς
ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ.
Χορός
μέλαινα καὶ τελεία
γένεος Οἰδίπου τ᾽ ἀρά,
κακόν με καρδίαν τι περιπίτνει κρύος.
835
ἔτευξα τύμβῳ μέλος
Θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυσμόρως
θανόντας : δύσορνις -
δε ξυναυλία δορός.
Χορός
840
ἐξέπραξεν , οὐδ᾽ ἀπεῖπεν
πατρόθεν εὐκταία φάτις:
βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα δ᾽ ἀμφὶ πτόλιν:
θέσφατ᾽ οὐκ ἀμβλύνεται.
845
ἰὼ πολύστονοι , τόδ᾽ ἠρ-
γάσασθ᾽ ἄπιστον : ἦλθε δ᾽ αἰ-
ακτὰ πήματ᾽ οὐ λόγῳ.
Χορός
τάδ᾽ αὐτόδηλα , προῦπτος ἀγγέλου λόγος:
διπλαῖ μέριμναι , †διδυμάνορα
850
κάκ᾽ αὐτοφόνα , δίμοιρα τέ-
λεια τάδε πάθη . τί φῶ;
τί δ᾽ ἄλλο γ᾽ πόνοι πόνων
δόμων ἐφέστιοι;
ἀλλὰ γόων , φίλαι , κατ᾽ οὖρον
855
ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν