Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πίτυλον , ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον [ ναύστολον ] θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι , τὰν ἀνάλιον
860
πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν : οὐκ ἀμφιβόλως
οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων
865
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀίδα τ᾽
870
ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν.
ἰώ , δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω , στένομαι , καὶ δόλος οὐδεὶς
μὴ ᾽κ φρενὸς ὀρθῶς με λιγαίνειν.
Χορός
875
ἰὼ ἰὼ δύσφρονες,
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους πατρῴους ἑλόν-
τες μέλεοι σὺν αἰχμᾷ.
μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους
880
εὕροντο δόμων ἐπὶ λύμῃ.
Χορός
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες , ἤδη διήλ-
885
λαχθε σὺν σιδάρῳ.
κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
Χορός
δι᾽ εὐωνύμων τετυμμένοι,