Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τετυμμένοι δῆθ᾽,
890
ὁμοσπλάγχνων τε πλευρωμάτων
...
αἰαῖ δαιμόνιοι,
αἰαῖ δ᾽ ἀντιφόνων
θανάτων ἀραί.
895
διανταίαν λέγεις [ πλαγὰν ] δόμοισι καὶ
σώμασιν πεπλαγμένους , [ ἐννέπω]
ἀναυδάτῳ μένει
ἀραίῳ τ᾽ ἐκ πατρὸς
<οὐ> διχόφρονι πότμῳ.
Χορός
900
διήκει δὲ καὶ πόλιν στόνος,
στένουσι πύργοι,
στένει πέδον φίλανδρον : μένει
κτέανα δ᾽ ἐπιγόνοις,
δι᾽ ὧν αἰνομόροις,
905
δι᾽ ὧν νεῖκος ἔβα
[ καὶ ] θανάτου τέλος.
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ᾽ , ὥστ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
910
ἀμεμφεία φίλοις,
οὐδ᾽ ἐπίχαρις Ἄρης.
Χορός
σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
τάχ᾽ ἄν τις εἴποι , τίνες;
τάφων πατρῴων λαχαί.
915
ὅδ᾽ ἁμῶν μάλ᾽ ἀχέτας τοὺς
προπέμπει δαϊκτὴρ γόος αὐ-
τόστονος , αὐτοπήμων,
δαϊόφρων [ δ᾽ :], οὐ φιλογαθής , ἐτύμως