Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δακρυχέων ἐκ φρενός ,
920
κλαιομένας μου μινύθει
τοῖνδε δυοῖν ἀνάκτοιν.
Χορός
πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
925
πολυφθόρους ἐν δαΐ.
δυσδαίμων σφιν τεκοῦσα
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930
τούσδ᾽ ἔτεχ᾽ , οἱ δ᾽ ὧδ᾽ ἐτελεύ-
τασαν ὑπ᾽ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν.
Χορός
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
διατομαῖς οὐ φίλοις,
935
ἔριδι μαινομένᾳ,
νείκεος ἐν τελευτᾷ.
πέπαυται δ᾽ ἔχθος , ἐν δὲ γαίᾳ
ζόα φονορύτῳ
μέμεικται : κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
940
πικρὸς λυτὴρ νεικέων πόντιος
ξεῖνος ἐκ πυρὸς συθεὶς
θακτὸς σίδαρος : πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
αν τιθεὶς ἀλαθῆ.
Χορός
945
ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
διοδότων ἀχθέων:
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.