Seven Against Thebes, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰὼ πολλοῖς ἐπανθίσαντες
950
πόνοισι γενεάν:
τελευταῖαι δ᾽ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον , τετραμμένου
παντρόπῳ φυγᾷ γένους.
ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,
955
ἐν αἷς ἐθείνοντο , καὶ δυοῖν κρατή-
σας ἔληξε δαίμων.
Ἀντιγόνη
παισθεὶς ἔπαισας.
Ἰσμήνη
σὺ δ᾽ ἔθανες κατακτανών.
Ἀντιγόνη
δορὶ δ᾽ ἔκανεσ
Ἰσμήνη
960
δορὶ δ᾽ ἔθανεσ
Ἀντιγόνη
μελεοπόνος.
Ἰσμήνη
μελεοπαθής.
Ἀντιγόνη
ἴτω γόος.
Ἰσμήνη
ἴτω δάκρυ.
Ἀντιγόνη
πρόκεισαι
Ἰσμήνη
965
κατακτάς.
Ἀντιγόνη
ἠέ.
Ἰσμήνη
ἠέ.
Ἀντιγόνη
μαίνεται γόοισι φρήν.
Ἰσμήνη
ἐντὸς δὲ καρδία στένει.
Ἀντιγόνη
970
ἰὼ ἰὼ πάνδυρτε σύ.
Ἰσμήνη
σὺ δ᾽ αὖτε καὶ πανάθλιε.
Ἀντιγόνη
πρὸς φίλου [ γ᾽ :] ἔφθισο.
Ἰσμήνη
καὶ φίλον ἔκτανες.
Ἀντιγόνη
διπλᾶ λέγειν
Ἰσμήνη
διπλᾶ δ᾽ ὁρᾶν
Ἀντιγόνη
975
ἄχθεα τῶνδε τάδ᾽ ἐγγύθεν.
Ἰσμήνη
πέλας ἀδελφέ᾽ ἀδελφεῶν.