Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων
2
φρουρᾶς ἐτείας μῆκος , ἣν κοιμώμενος
3
στέγαις Ἀτρειδῶν ἄγκαθεν , κυνὸς δίκην,
4
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
6
λαμπροὺς δυνάστας , ἐμπρέποντας αἰθέρι
7
[ἀστέρας , ὅταν
φθίνωσιν , ἀντολάς
τε
τῶν].
8
καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
9
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10
ἁλώσιμόν τε βάξιν : ὧδε γὰρ κρατεῖ
11
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
12
εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
13
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
14
ἐμήν : φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,
15
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:
16
ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
17
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
18
κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
19
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
20
νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
21
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
22
ὦ χαῖρε λαμπτὴρ νυκτός , ἡμερήσιον
23
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
24
πολλῶν ἐν Ἄργει , τῆσδε συμφορᾶς χάριν.
25
ἰοὺ ἰού.
26
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
27
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
28
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
29
ἐπορθιάζειν , εἴπερ Ἰλίου πόλις
30
ἑάλωκεν , ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει: