Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
32
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
33
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
34
γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
35
ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
36
τὰ δ᾽ ἄλλα σιγῶ : βοῦς ἐπὶ γλώσσῃ μέγας
37
βέβηκεν : οἶκος δ᾽ αὐτός , εἰ φθογγὴν λάβοι,
38
σαφέστατ᾽ ἂν λέξειεν : ὡς ἑκὼν ἐγὼ
39
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Χορός
40
δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου
41
μέγας ἀντίδικος,
42
Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,
43
διθρόνου Διόθεν καὶ δισκήπτρου
44
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
45
στόλον Ἀργείων χιλιοναύτην,
46
τῆσδ᾽ ἀπὸ χώρας
47
ἦραν , στρατιῶτιν ἀρωγὰν,
48
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
49
τρόπον αἰγυπιῶν , οἵτ᾽ ἐκπατίοις
50
ἄλγεσι παίδων ὕπατοι λεχέων
51
στροφοδινοῦνται
52
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
53
δεμνιοτήρη
54
πόνον ὀρταλίχων ὀλέσαντες:
55
ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων
56
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
57
γόον ὀξυβόαν τῶνδε μετοίκων
58
ὑστερόποινον
59
πέμπει παραβᾶσιν Ἐρινύν.
60
οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων