Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
65
διακναιομένης τ᾽ ἐν προτελείοις
κάμακος θήσων Δαναοῖσι
Τρωσί θ᾽ ὁμοίως . ἔστι δ᾽ ὅπη νῦν
ἔστι : τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον:
οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων
70
οὔτε δακρύων ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
75
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς , Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,
τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη
80
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει , παιδὸς δ᾽ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.
σὺ δέ , Τυνδάρεω
θύγατερ , βασίλεια Κλυταιμήστρα,
85
τί χρέος ; τί νέον ; τί δ᾽ ἐπαισθομένη,
τίνος ἀγγελίας
πειθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων , χθονίων,
90
τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,