Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τ᾽ ἀρχάς:
125
οὕτω δ᾽ εἶπε τερᾴζων:
χρόνῳ μὲν ἀγρεῖ
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
130
Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον:
οἶον μή τις ἄγα θεόθεν κνεφά-
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν .οἴκτῳ γὰρ ἐπί-
135
φθονος Ἄρτεμις ἁγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
αἴλινον αἴλινον εἰπέ , τὸ δ᾽ εὖ νικάτω.
Χορός
140
τόσον περ εὔφρων , καλά,
δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
πάντων τ᾽ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἴνει ξύμβολα κρᾶναι,
145
δεξιὰ μέν , κατάμομφα δὲ φάσματα [στρουθῶν].
ἰήιον δὲ καλέω Παιᾶνα,
μή τινας ἀντιπνόους Δανα-
οῖς χρονίας ἐχενῇδας -
150
πλοίας τεύξῃ,
σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽ , ἄδαιτον
νεικέων τέκτονα σύμφυτον,
οὐ δεισήνορα . μίμνει γὰρ φοβερὰ παλίνορτος