Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
155
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.”
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις:
τοῖς δ᾽ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ , τὸ δ᾽ εὖ νικάτω.
Χορός
160
Ζεύς , ὅστις ποτ᾽ ἐστίν , εἰ τόδ᾽ αὐ-
τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντ᾽ ἐπισταθμώμενος
165
πλὴν Διός , εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
Χορός
οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας,
παμμάχῳ θράσει βρύων,
170
οὐδὲ λέξεται πρὶν ὤν:
ὃς δ᾽ ἔπειτ᾽ ἔφυ , τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175
τεύξεται φρενῶν τὸ πᾶν:
Χορός
τὸν φρονεῖν βροτοὺς ὁδώ-
σαντα , τὸν πάθει μάθος
θέντα κυρίως ἔχειν.
στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας
180
μνησιπήμων πόνος : καὶ παρ᾽ -
κοντας ἦλθε σωφρονεῖν.
δαιμόνων δέ που χάρις βίαιος
σέλμα σεμνὸν ἡμένων.
Χορός
καὶ τόθ᾽ ἡγεμὼν πρέ-
185
σβυς νεῶν Ἀχαιικῶν,
μάντιν οὔτινα ψέγων,