Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
νοντ᾽ Ἀχαιικὸς λεώς,
190
Χαλκίδος πέραν ἔχων παλιρρόχ-
θοις ἐν Αὐλίδος τόποις:
Χορός
πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι νήστιδες δύσορμοι,
βροτῶν ἄλαι , ναῶν <τε> καὶ
195
πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄν-
θος Ἀργείων : ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
200
βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν προφέρων
Ἄρτεμιν , ὥστε χθόνα βάκ-
τροις ἐπικρούσαντας Ἀτρεί-
δας δάκρυ μὴ κατασχεῖν:
Χορός
205
ἄναξ δ᾽ πρέσβυς τότ᾽ εἶπε φωνῶν:
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δ᾽ , εἰ τέκνον δαΐ-
ξω , δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν
210
ῥείθροις πατρῴους χέρας
πέλας βωμοῦ : τί τῶνδ᾽ ἄνευ κακῶν,
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
παυσανέμου γὰρ θυσίας
215
παρθενίου θ᾽ αἵματος ὀρ-
γᾷ περιόργως ἐπιθυ-