Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μεῖν θέμις . εὖ γὰρ εἴη.”
Χορός
ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220
ἄναγνον ἀνίερον , τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων . ἔτλα δ᾽ οὖν
225
θυτὴρ γενέσθαι θυγατρός,
γυναικοποίνων πολέμων ἀρωγὰν
καὶ προτέλεια ναῶν.
Χορός
λιτὰς δὲ καὶ κληδόνας πατρῴους
παρ᾽ οὐδὲν αἰῶ τε παρθένειον
230
ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
235
λαβεῖν ἀέρδην , στόματός
τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις,
Χορός
βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.
κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα
240
ἔβαλλ᾽ ἕκαστον θυτήρ-
ων ἀπ᾽ ὄμματος βέλει
φιλοίκτῳ , πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς , προσεννέπειν
θέλουσ᾽ , ἐπεὶ πολλάκις
πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους
245
ἔμελψεν , ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔ-
ποτμον παιῶνα φίλως ἐτίμα
Χορός
τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω: