Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
250
Δίκα δὲ τοῖς μὲν παθοῦσ-
ιν μαθεῖν ἐπιρρέπει:
τὸ μέλλον <δ᾽ > , ἐπεὶ γένοιτ᾽ , ἂν κλύοις : πρὸ χαιρέτω:
ἴσον δὲ τῷ προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
255
πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις , ὡς
θέλει τόδ᾽ ἄγχιστον -
πίας γαίας μονόφρουρον ἕρκος.
Χορός
ἥκω σεβίζων σόν , Κλυταιμήστρα , κράτος:
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260
γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων : οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
εὐάγγελος μέν , ὥσπερ παροιμία,
265
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.
Χορός
πῶς φής ; πέφευγε τοὔπος ἐξ ἀπιστίας.
Κλυταιμήστρα
Τροίαν Ἀχαιῶν οὖσαν : τορῶς λέγω;
Χορός
270
χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.
Κλυταιμήστρα
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.
Χορός
τί γὰρ τὸ πιστόν ; ἔστι τῶνδέ σοι τέκμαρ;
Κλυταιμήστρα
ἔστιν : τί δ᾽ οὐχί ; μὴ δολώσαντος θεοῦ.
Χορός
πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις;
Κλυταιμήστρα
275
οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.
Χορός
ἀλλ᾽ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;
Κλυταιμήστρα
παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.
Χορός
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;