Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.
Χορός
280
καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;
Κλυταιμήστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
ἔπεμπεν : Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου : μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε , πόντον ὥστε νωτίσαι,
ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
...
†πεύκη τὸ χρυσοφεγγές , ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς:
290
δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος:
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ , δίκην
φαιδρᾶς σελήνης , πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων:
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος:
ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305
πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα , καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω