Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φλέγουσαν : ἔστ᾽ ἔσκηψεν εὖτ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος , ἀστυγείτονας σκοπάς:
310
κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι:
νικᾷ δ᾽ πρῶτος καὶ τελευταῖος δραμών.
315
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός
θεοῖς μὲν αὖθις , γύναι , προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.
Κλυταιμήστρα
320
Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντ᾽ ἄν , οὐ φίλω , προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον:
330
τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει , πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
ἐν <δ᾽ > αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335
ναίουσιν ἤδη , τῶν ὑπαιθρίων πάγων
δρόσων τ᾽ ἀπαλλαγέντες , ὡς δ᾽ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.