Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
338
εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
339
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
340
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
341
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
342
πορθεῖν ἃ μὴ χρή , κέρδεσιν νικωμένους.
343
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
344
κάμψαι διαύλου θάτερον κῶλον πάλιν:
345
θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
346
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
347
γένοιτ᾽ ἄν , εἰ πρόσπαια μὴ τύχοι κακά.
348
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις:
349
τὸ δ᾽ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
350
πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.
Χορός
351
γύναι , κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
352
ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
353
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
354
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
355
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
356
μεγάλων κόσμων κτεάτειρα,
357
ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
358
στεγανὸν δίκτυον , ὡς μήτε μέγαν
359
μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
360
μέγα δουλείας
361
γάγγαμον , ἄτης παναλώτου.
362
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
363
τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ
364
τείνοντα πάλαι τόξον , ὅπως ἂν
365
μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
366
βέλος ἠλίθιον σκήψειεν.
Χορός
367
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,