Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
[ὡς ] ἔπραξεν ὡς ἔκρανεν . οὐκ ἔφα τις
370
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοῖθ᾽ : δ᾽ οὐκ εὐσεβής.
πέφανται δ᾽ ἐκτίνουσ᾽
375
ἀτολμήτων ἀρὴ
πνεόντων μεῖζον δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον . ἔστω δ᾽ ἀπή-
μαντον , ὥστ᾽ ἀπαρκεῖν
380
εὖ πραπίδων λαχόντα.
οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.
Χορός
385
βιᾶται δ᾽ τάλαινα πειθώ,
προβούλου παῖς ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον . οὐκ ἐκρύφθη,
πρέπει δέ , φῶς αἰνολαμπές , σίνος:
390
κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβῳ τε καὶ προσβολαῖς
μελαμπαγὴς πέλει
δικαιωθείς , ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
395
πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς.
λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν:
τὸν δ᾽ ἐπίστροφον τῶν
φῶτ᾽ ἄδικον καθαιρεῖ.
οἷος καὶ Πάρις ἐλθὼν