Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
1225
οἰκουρόν , οἴμοι , τῷ μολόντι δεσπότῃ
ἐμῷ : φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:
νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς , δίκην
1230
Ἄτης λαθραίου , τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα : θῆλυς ἄρσενος φονεὺς
ἔστιν . τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ᾽ ἄν ; ἀμφίσβαιναν , Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι , ναυτίλων βλάβην,
1235
θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη
φίλοις πνέουσαν ; ὡς δ᾽ ἐπωλολύξατο
παντότολμος , ὥσπερ ἐν μάχης τροπῇ,
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω : τί γάρ;
1240
τὸ μέλλον ἥξει . καὶ σύ μ᾽ ἐν τάχει παρὼν
ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
Χορός
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα , καὶ φόβος μ᾽ ἔχει
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245
τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
Κασάνδρα
Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
Χορός
εὔφημον , τάλαινα , κοίμησον στόμα.
Κασάνδρα
ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
Χορός
οὔκ , εἴπερ ἔσται γ᾽ : ἀλλὰ μὴ γένοιτό πως.
Κασάνδρα
1250
σὺ μὲν κατεύχῃ , τοῖς δ᾽ ἀποκτείνειν μέλει.
Χορός
τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται;
Κασάνδρα
κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν
Χορός
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.