Agamemnon, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥμαρτον , θηρῶ τι τοξότης τις ὥς;
1195
ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι
λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.
Χορός
καὶ πῶς ἂν ὅρκος , πῆγμα γενναίως παγέν,
παιώνιον γένοιτο ; θαυμάζω δέ σου,
1200
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν , ὥσπερ εἰ παρεστάτεις.
Κασάνδρα
μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.
Χορός
μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κασάνδρα
προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
Χορός
1205
ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
Κασάνδρα
ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.
Χορός
καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κασάνδρα
ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χορός
ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
Κασάνδρα
1210
ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.
Χορός
πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;
Κασάνδρα
ἔπειθον οὐδέν᾽ οὐδέν , ὡς τάδ᾽ ἤμπλακον.
Χορός
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κασάνδρα
ἰοὺ ἰού , κακά.
1215
ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοισ>.
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους , ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220
χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχν᾽ , ἐποίκτιστον γέμος,
πρέπουσ᾽ ἔχοντες , ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ